◄ Revelation 17 ►
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1Then one of the seven angels who had the seven bowls came and spoke with me: "Come, I will show you the judgment of the notorious prostitute who is seated on many waters.1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων Δεῦρο δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν
2The kings of the earth committed sexual immorality with her, and those who live on the earth became drunk on the wine of her sexual immorality."2μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς
3Then he carried me away in the Spirit to a wilderness. I saw a woman sitting on a scarlet beast that was covered with blasphemous names and had seven heads and ten horns.3Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν Πνεύματι καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον γέμοντα ὀνόματα βλασφημίας ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα
4The woman was dressed in purple and scarlet, adorned with gold, jewels, and pearls. She had a golden cup in her hand filled with everything detestable and with the impurities of her prostitution.4καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς
5On her forehead was written a name, a mystery: Babylon the Great, the Mother of Prostitutes and of the Detestable Things of the Earth.5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον μυστήριον ΒΑΒΥΛΩΝ Ο* ΜΕΓΑΛΗ Ο* ΜΗΤΗΡ ΤΩΝ ΠΟΡΝΩΝ ΚΑΙ ΤΩΝ ΒΔΕΛΥΓΜΑΤΩΝ ΤΗΣ ΓΗΣ
6Then I saw that the woman was drunk with the blood of the saints and with the blood of the witnesses to Jesus. When I saw her, I was greatly astonished.6Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα
7Then the angel said to me, "Why are you astonished? I will explain to you the mystery of the woman and of the beast, with the seven heads and the ten horns, that carries her.7Καὶ εἶπέν μοι ὁ ἄγγελος Διὰ τί ἐθαύμασας ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα
8The beast that you saw was, and is not, and is about to come up from the abyss and go to destruction. Those who live on the earth whose names have not been written in the book of life from the foundation of the world will be astonished when they see the beast that was, and is not, and is to come.8Τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται
9This calls for a mind that has wisdom: "The seven heads are seven mountains on which the woman is seated. They are also seven kings:9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν
10Five have fallen, one is, the other has not yet come, and when he comes, he must remain for only a little while.10καὶ βασιλεῖς ἑπτά εἰσιν οἱ πέντε ἔπεσαν ὁ εἷς ἔστιν ὁ ἄλλος οὔπω ἦλθεν καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι
11The beast that was and is not, is itself an eighth king, but it belongs to the seven and is going to destruction.11Καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν καὶ εἰς ἀπώλειαν ὑπάγει
12The ten horns you saw are ten kings who have not yet received a kingdom, but they will receive authority as kings with the beast for one hour.12καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν οἵτινες βασιλείαν οὔπω ἔλαβον ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου
13These have one purpose, and they give their power and authority to the beast.13οὗτοι μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν
14These will make war against the Lamb, but the Lamb will conquer them because he is Lord of lords and King of kings. Those with him are called, chosen, and faithful."14Οὗτοι μετὰ τοῦ Ἀρνίου πολεμήσουσιν καὶ τὸ Ἀρνίον νικήσει αὐτούς ὅτι Κύριος κυρίων ἐστὶν καὶ Βασιλεὺς βασιλέων καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί
15He also said to me, "The waters you saw, where the prostitute was seated, are peoples, multitudes, nations, and languages.15Καὶ λέγει μοι Τὰ ὕδατα ἃ εἶδες οὗ ἡ πόρνη κάθηται λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι
16The ten horns you saw, and the beast, will hate the prostitute. They will make her desolate and naked, devour her flesh, and burn her up with fire.16καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον οὗτοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί
17For God has put it into their hearts to carry out his plan by having one purpose and to give their kingdom to the beast until the words of God are fulfilled.17ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ
18And the woman you saw is the great city that has royal power over the kings of the earth."18καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Revelation 16
Top of Page
Top of Page