Revelation 11:2-19Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AKJV · American King James Version AMP · Amplified Bible ANDERSON · Anderson New Testament ASV · American Standard Version BAB · Berean Annotated Bible BISHOPS · Bishops' Bible of 1568 BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's COVERDALE · Coverdale Bible of 1535 CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DBT · Darby Bible Translation DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GENEVA · Geneva Bible of 1587 GODBEY · Godbey New Testament GWT · God's Word Translation HAWEIS · Haweis New Testament HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LAMSA · Lamsa Bible LSB · Legacy Standard Bible LSV · Literal Standard Version MACE · Mace New Testament MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation TYNDALE · Tyndale Bible of 1526 WBT · Webster's Bible Translation WEB · World English Bible WEY · Weymouth New Testament WORRELL · Worrell New Testament WORSLEY · Worsley New Testament YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήσῃς ὅτι ἐδόθη τοῖς ἔθνεσιν καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα [καὶ] δύο 3 καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους 4 Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶτες 5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι 6 οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν 7 Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς 8 καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη 9 καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα 10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ εὐφραίνονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς 11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς 12 καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς Ἀνάβατε ὧδε καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν 13 Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ 14 Ἡ Οὐαὶ ἡ δευτέρα ἀπῆλθεν ἰδοὺ ἡ Οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ 15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγοντες Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων 16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ Θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ 17 λέγοντες Εὐχαριστοῦμέν σοι Κύριε ὁ Θεός ὁ Παντοκράτωρ ὁ ὢν καὶ ὁ ἦν {καὶ ὁ ἐρχόμενος} ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας 18 καὶ τὰ ἔθνη ὠργίσθησαν καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου τοὺς* μικροὺς* καὶ τοὺς* μεγάλους* καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν 19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη ← Show Verse 1 Full chapter Parallel translations Study & commentary Cross-references Revelation 11:2-19, Hebrew & Greek Study Bible. Public domain.