1 Corinthians 3
Study Bible PAR ▾ 
Paul and Apollos God's Fellow Workers

Κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα οὔπω γὰρ ἐδύνασθε Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ Ἐγὼ Ἀπολλῶ οὐκ ἄνθρωποί ἐστε

Τί οὖν ἐστιν Ἀπολλῶς τί δέ ἐστιν Παῦλος διάκονοι δι’ ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς Κύριος ἔδωκεν ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλὰ Θεὸς ηὔξανεν ὥστε οὔτε φυτεύων ἐστίν τι οὔτε ποτίζων ἀλλ’ αὐξάνων Θεός φυτεύων δὲ καὶ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον Θεοῦ γάρ ἐσμεν συνεργοί Θεοῦ γεώργιον Θεοῦ οἰκοδομή ἐστε

Christ the Only Foundation

10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός 12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν* ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει 14 εἴ τινος τὸ ἔργον μενεῖ ἐποικοδόμησεν μισθὸν λήμψεται 15 εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός

You are God's Temple

16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ «ἐν ὑμῖν» οἰκεῖ 17 εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει φθερεῖ τοῦτον Θεός γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς

18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός

Worldly Wisdom is Foolishness to God

19  γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν γέγραπται γάρ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν 20 καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι 21 Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμῶν ἐστιν 22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα πάντα ὑμῶν 23 ὑμεῖς δὲ Χριστοῦ Χριστὸς δὲ Θεοῦ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


1 Corinthians 2
Top of Page
Top of Page