2 Corinthians 8
Study Bible PAR ▾ 
Generosity Commended

Γνωρίζομεν δὲ ὑμῖν ἀδελφοί τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως περισσεία τῆς χαρᾶς αὐτῶν καὶ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν ὅτι κατὰ δύναμιν μαρτυρῶ καὶ παρὰ δύναμιν αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ’* ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην

ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε Οὐ κατ’ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων

Christ's Example

Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε 10 καὶ γνώμην ἐν τούτῳ δίδωμι τοῦτο γὰρ ὑμῖν συμφέρει οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε ὅπως καθάπερ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν 12 εἰ γὰρ προθυμία πρόκειται καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος οὐ καθὸ οὐκ ἔχει 13 Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις ὑμῖν θλῖψις ἀλλ’ ἐξ ἰσότητος 14 ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα ὅπως γένηται ἰσότης 15 καθὼς γέγραπται τὸ πολὺ οὐκ ἐπλεόνασεν καὶ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν

Titus Commended

16 Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου 17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς 18 Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν 19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν* τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν 20 στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν 21 προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον Κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων 22 Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς 23 εἴτε ὑπὲρ Τίτου κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός εἴτε ἀδελφοὶ ἡμῶν ἀπόστολοι ἐκκλησιῶν δόξα Χριστοῦ 24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


2 Corinthians 7
Top of Page
Top of Page