Par 

35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον Ἴδε Ἠλίαν φωνεῖ

36 Δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν λέγων Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν

37 δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν

38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω

39 Ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν Ἀληθῶς οὗτος ἄνθρωπος Υἱὸς Θεοῦ ἦν

40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι ἐν αἷς καὶ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη

41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα

42 Καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἦν Παρασκευή ἐστιν προσάββατον

43 ἐλθὼν Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ τολμήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ

44 δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν

45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ

46 Καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν* αὐτὸν ἐν μνημείῳ* ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου

47 δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται

Mark 15:35-47, Hebrew & Greek Study Bible. Public domain.
Mark 14
Top of Page
Top of Page










Copied