Revelation 19
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1After this I heard a sound like the roar of a great multitude in heaven, shouting: “Hallelujah! Salvation and glory and power belong to our God!1Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων Ἁλληλουϊά σωτηρία καὶ δόξα καὶ δύναμις τοῦ Θεοῦ ἡμῶν
2For His judgments are true and just. He has judged the great prostitute who corrupted the earth with her immorality. He has avenged the blood of His servants that was poured out by her hand.”2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς
3And a second time they called out: “Hallelujah! Her smoke rises forever and ever.”3Καὶ δεύτερον εἴρηκαν Ἁλληλουϊά καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων
4And the twenty-four elders and the four living creatures fell down and worshiped God who sits on the throne, saying: “Amen, Hallelujah!”4Καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες Ἀμήν Ἁλληλουϊά
5Then a voice came from the throne, saying: “Praise our God, all you who serve Him, and those who fear Him, small and great alike!”5Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα Αἰνεῖτε τῷ Θεῷ ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ ‹καὶ› οἱ φοβούμενοι αὐτόν οἱ μικροὶ καὶ οἱ μεγάλοι
6And I heard a sound like the roar of a great multitude, like the rushing of many waters, and like a mighty rumbling of thunder, crying out: “Hallelujah! For the Lord our God the Almighty reigns.6Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων Ἁλληλουϊά ὅτι ἐβασίλευσεν Κύριος Θεός ἡμῶν Παντοκράτωρ
7Let us rejoice and be glad and give Him the glory. For the marriage of the Lamb has come, and His bride has made herself ready.7χαίρωμεν καὶ ἀγαλλιῶμεν καὶ δώσομεν τὴν δόξαν αὐτῷ ὅτι ἦλθεν γάμος τοῦ Ἀρνίου καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
8She was given clothing of fine linen, bright and pure.” For the fine linen she wears is the righteous acts of the saints.8καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν Τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν
9Then the angel told me to write, “Blessed are those who are invited to the marriage supper of the Lamb.” And he said to me, “These are the true words of God.”9Καὶ λέγει μοι Γράψον Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου κεκλημένοι καὶ λέγει μοι Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσιν
10So I fell at his feet to worship him. But he told me, “Do not do that! I am a fellow servant with you and your brothers who rely on the testimony of Jesus. Worship God! For the testimony of Jesus is the spirit of prophecy.”10Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ καὶ λέγει μοι Ὅρα μή σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ τῷ Θεῷ προσκύνησον γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας
11Then I saw heaven standing open, and there before me was a white horse. And its rider is called Faithful and True. With righteousness He judges and wages war.11Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον καὶ ἰδοὺ ἵππος λευκός καὶ καθήμενος ἐπ’ αὐτὸν καλούμενος Πιστὸς καὶ Ἀληθινός καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ
12He has eyes like blazing fire, and many royal crowns on His head. He has a name written on Him that only He Himself knows.12οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ [ὡς] φλὸξ πυρός καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά ἔχων ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός
13He is dressed in a robe dipped in blood, and His name is The Word of God.13καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Λόγος τοῦ Θεοῦ
14The armies of heaven, dressed in fine linen, white and pure, follow Him on white horses.14Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν
15And from His mouth proceeds a sharp sword with which to strike down the nations, and He will rule them with an iron scepter. He treads the winepress of the fury of the wrath of God the Almighty.15καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος
16And He has a name written on His robe and on His thigh: KING OF KINGS AND LORD OF LORDS.16καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ
17Then I saw an angel standing in the sun, and he cried out in a loud voice to all the birds flying overhead, “Come, gather together for the great supper of God,17Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ
18so that you may eat the flesh of kings and commanders and mighty men, of horses and riders, of everyone slave and free, small and great.”18ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων
19Then I saw the beast and the kings of the earth with their armies assembled to wage war against the One seated on the horse, and against His army.19Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ
20But the beast was captured along with the false prophet, who on its behalf had performed signs deceiving those who had the mark of the beast and worshiped its image. Both the beast and the false prophet were thrown alive into the fiery lake of burning sulfur.20καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ’ αὐτοῦ ψευδοπροφήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ
21And the rest were killed with the sword that proceeded from the mouth of the One seated on the horse. And all the birds gorged themselves on their flesh.21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ Καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Revelation 18
Top of Page
Top of Page