Philippians 3:2-21Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 2 Βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μᾶλλον5 περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν Ἑβραῖος ἐξ Ἑβραίων κατὰ νόμον Φαρισαῖος6 κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος7 Ἀλλὰ ἅτινα ἦν μοι κέρδη ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν8 ἀλλὰ μὲν‿ οὖν‿ γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω9 καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [τὴν] κοινωνίαν [τῶν] παθημάτων αὐτοῦ συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ Ἰησοῦ13 ἀδελφοί ἐγὼ ἐμαυτὸν οὐ* λογίζομαι κατειληφέναι ἓν δέ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος14 κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ15 Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν καὶ εἴ τι ἑτέρως φρονεῖτε καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει16 πλὴν εἰς ὃ ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν ⧼κανόνι τὸ αὐτὸ φρονεῖν⧽17 Συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπεῖτε τοὺς οὕτω* περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ19 ὧν τὸ τέλος ἀπώλεια ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες20 Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα ← Show Verse 1 Full chapter Parallel translations Study & commentary Cross-references Philippians 3:2-21, Hebrew & Greek Study Bible. Public domain.