| 1 |
Ἀλήθειαν λέγω ἐν Χριστῷ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ |
I speak the truth in Christ; I am not lying, as confirmed by my conscience in the Holy Spirit. |
|
| 2 |
ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου |
I have deep sorrow and unceasing anguish in my heart. |
|
| 3 |
ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα |
For I could wish that I myself were cursed and cut off from Christ for the sake of my brothers, my own flesh and blood, |
|
| 4 |
οἵτινές εἰσιν Ἰσραηλῖται ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι |
the people of Israel. Theirs is the adoption as sons; theirs the divine glory and the covenants; theirs the giving of the law, the temple worship, and the promises. |
|
| 5 |
ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν |
Theirs are the patriarchs, and from them proceeds the human descent of Christ, who is God over all, forever worthy of praise! Amen. |
|
| 6 |
Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ οὗτοι Ἰσραήλ |
It is not as though God’s word has failed. For not all who are descended from Israel are Israel. |
|
| 7 |
οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ πάντες τέκνα ἀλλ’ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα |
Nor because they are Abraham’s descendants are they all his children. On the contrary, “Through Isaac your offspring will be reckoned.” |
|
| 8 |
τοῦτ’ ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα |
So it is not the children of the flesh who are God’s children, but it is the children of the promise who are regarded as offspring. |
|
| 9 |
ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός |
For this is what the promise stated: “At the appointed time I will return, and Sarah will have a son.” |
|
| 10 |
Οὐ μόνον δέ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν |
Not only that, but Rebecca’s children were conceived by one man, our father Isaac. |
|
| 11 |
μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ |
Yet before the twins were born or had done anything good or bad, in order that God’s plan of election might stand, |
|
| 12 |
οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι |
not by works but by Him who calls, she was told, “The older will serve the younger.” |
|
| 13 |
καθὼς* γέγραπται Τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα |
So it is written: “Jacob I loved, but Esau I hated.” |
|
| 14 |
Τί οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῷ θεῷ μὴ γένοιτο |
What then shall we say? Is God unjust? Certainly not! |
|
| 15 |
τῷ Μωϋσεῖ γὰρ λέγει Ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω* ὃν ἂν οἰκτίρω* |
For He says to Moses: “I will have mercy on whom I have mercy, and I will have compassion on whom I have compassion.” |
|
| 16 |
Ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος Θεοῦ |
So then, it does not depend on man’s desire or effort, but on God’s mercy. |
|
| 17 |
λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ |
For the Scripture says to Pharaoh: “I raised you up for this very purpose, that I might display My power in you, and that My name might be proclaimed in all the earth.” |
|
| 18 |
ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει |
Therefore God has mercy on whom He wants to have mercy, and He hardens whom He wants to harden. |
|
| 19 |
Ἐρεῖς μοι οὖν Τί ‹οὖν› ἔτι μέμφεται τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν |
One of you will say to me, “Then why does God still find fault? For who can resist His will? |
|
| 20 |
ὦ ἄνθρωπε μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως |
But who are you, O man, to talk back to God? Shall what is formed say to Him who formed it, “Why did You make me like this?” |
|
| 21 |
ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν |
Does not the potter have the right to make from the same lump of clay one vessel for special occasions and another for common use? |
|
| 22 |
Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν |
What if God, intending to show His wrath and make His power known, bore with great patience the vessels of His wrath, prepared for destruction? |
|
| 23 |
καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν |
What if He did this to make the riches of His glory known to the vessels of His mercy, whom He prepared in advance for glory— |
|
| 24 |
οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν |
including us, whom He has called not only from the Jews, but also from the Gentiles? |
|
| 25 |
ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην |
As He says in Hosea: “I will call them ‘My People’ who are not My people, and I will call her ‘My Beloved’ who is not My beloved,” |
|
| 26 |
Καὶ Ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται Υἱοὶ Θεοῦ ζῶντος |
and, “It will happen that in the very place where it was said to them, ‘You are not My people, they will be called ‘sons of the living God.’ ” |
|
| 27 |
Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ ὑπόλειμμα σωθήσεται |
Isaiah cries out concerning Israel: “Though the number of the Israelites is like the sand of the sea, only the remnant will be saved. |
|
| 28 |
λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς |
For the Lord will carry out His sentence on the earth thoroughly and decisively.” |
|
| 29 |
Καὶ καθὼς προείρηκεν Ἠσαΐας Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν |
It is just as Isaiah foretold: “Unless the Lord of Hosts had left us descendants, we would have become like Sodom, we would have resembled Gomorrah.” |
|
| 30 |
Τί οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως |
What then will we say? That the Gentiles, who did not pursue righteousness, have obtained it, a righteousness that is by faith; |
|
| 31 |
Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν |
but Israel, who pursued a law of righteousness, has not attained it. |
|
| 32 |
διὰ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος |
Why not? Because their pursuit was not by faith, but as if it were by works. They stumbled over the stumbling stone, |
|
| 33 |
καθὼς γέγραπται Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται |
as it is written: “See, I lay in Zion a stone of stumbling and a rock of offense; and the one who believes in Him will never be put to shame.” |
|