John 21
Study Bible PAR ▾ 
Jesus Appears at the Sea of Galilee

Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ‹ὁ› Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν Λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν

Πρωΐας δὲ ἤδη γενομένης* ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν λέγει οὖν αὐτοῖς ‹ὁ› Ἰησοῦς Παιδία μή τι προσφάγιον ἔχετε Ἀπεκρίθησαν αὐτῷ Οὔ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων Λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ Κύριός ἐστιν Σίμων οὖν Πέτρος ἀκούσας ὅτι Κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων

Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον 10 Λέγει αὐτοῖς Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν 11 ἀνέβη ‹οὖν› Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον

12 Λέγει αὐτοῖς Ἰησοῦς Δεῦτε ἀριστήσατε οὐδεὶς ‹δὲ› ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ εἰδότες ὅτι Κύριός ἐστιν 13 ἔρχεται ‹ὁ› Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ‹ὁ› Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν

Jesus Reinstates Peter

15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς Σίμων Ἰωάννου ἀγαπᾷς με πλέον τούτων Λέγει αὐτῷ Ναί Κύριε σὺ οἶδας ὅτι φιλῶ σε Λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου 16 Λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάννου ἀγαπᾷς με Λέγει αὐτῷ Ναί Κύριε σὺ οἶδας ὅτι φιλῶ σε Λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου 17 Λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάννου φιλεῖς με Ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με Καὶ εἶπεν αὐτῷ Κύριε πάντα σὺ οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς Βόσκε τὰ πρόβατά μου

18 Ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος ζώσει σε καὶ οἴσει ὅπου οὐ θέλεις 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι

Jesus and the Beloved Apostle

20 Ἐπιστραφεὶς Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε τίς ἐστιν παραδιδούς σε 21 τοῦτον οὖν ἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε οὗτος δὲ τί 22 Λέγει αὐτῷ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ μοι ἀκολούθει 23 ἐξῆλθεν οὖν οὗτος λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει οὐκ εἶπεν δὲ αὐτῷ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει ἀλλ’ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ

24 Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ μαρτυρία ἐστίν

25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἐποίησεν Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ’ ἕν οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


John 20
Top of Page
Top of Page