Matthew 22
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1Once more Jesus spoke to them in parables:1Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων
2"The kingdom of heaven is like a king who gave a wedding banquet for his son.2Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ
3He sent his servants to summon those invited to the banquet, but they didn't want to come.3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν
4Again, he sent out other servants and said, 'Tell those who are invited: See, I've prepared my dinner; my oxen and fattened cattle have been slaughtered, and everything is ready. Come to the wedding banquet.'4Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων Εἴπατε τοῖς κεκλημένοις Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους
5"But they paid no attention and went away, one to his own farm, another to his business,5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ
6while the rest seized his servants, mistreated them, and killed them.6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν
7The king was enraged, and he sent out his troops, killed those murderers, and burned down their city.7 δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν
8"Then he told his servants, 'The banquet is ready, but those who were invited were not worthy.8τότε λέγει τοῖς δούλοις αὐτοῦ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι
9Go then to where the roads exit the city and invite everyone you find to the banquet.'9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους
10So those servants went out on the roads and gathered everyone they found, both evil and good. The wedding banquet was filled with guests.10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη γάμος* ἀνακειμένων
11When the king came in to see the guests, he saw a man there who was not dressed for a wedding.11Εἰσελθὼν δὲ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου
12So he said to him, 'Friend, how did you get in here without wedding clothes?' The man was speechless.12καὶ λέγει αὐτῷ Ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου δὲ ἐφιμώθη
13"Then the king told the attendants, 'Tie him up hand and foot, and throw him into the outer darkness, where there will be weeping and gnashing of teeth.'13Τότε βασιλεὺς εἶπεν τοῖς διακόνοις Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
14"For many are invited, but few are chosen."14Πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί
15Then the Pharisees went and plotted how to trap him by what he said.15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ
16So they sent their disciples to him, along with the Herodians. "Teacher," they said, "we know that you are truthful and teach truthfully the way of God. You don't care what anyone thinks nor do you show partiality.16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες* Διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων
17Tell us, then, what you think. Is it lawful to pay taxes to Caesar or not?"17εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ
18Perceiving their malicious intent, Jesus said, "Why are you testing me, hypocrites?18Γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν Τί με πειράζετε ὑποκριταί
19Show me the coin used for the tax." They brought him a denarius.19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον
20"Whose image and inscription is this?" he asked them.20Καὶ λέγει αὐτοῖς Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή
21"Caesar's," they said to him. Then he said to them, "Give, then, to Caesar the things that are Caesar's, and to God the things that are God's."21Λέγουσιν ‹αὐτῷ› Καίσαρος Τότε λέγει αὐτοῖς Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ
22When they heard this, they were amazed. So they left him and went away.22Καὶ ἀκούσαντες ἐθαύμασαν καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν
23That same day some Sadducees, who say there is no resurrection, came up to him and questioned him:23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτὸν
24"Teacher, Moses said, if a man dies, having no children, his brother is to marry his wife and raise up offspring for his brother.24λέγοντες Διδάσκαλε Μωϋσῆς εἶπεν Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
25Now there were seven brothers among us. The first got married and died. Having no offspring, he left his wife to his brother.25ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί καὶ πρῶτος γήμας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ
26The same thing happened to the second also, and the third, and so on to all seven.26ὁμοίως καὶ δεύτερος καὶ τρίτος ἕως τῶν ἑπτά
27Last of all, the woman died.27ὕστερον δὲ πάντων ἀπέθανεν γυνή
28In the resurrection, then, whose wife will she be of the seven? For they all had married her."28ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν
29Jesus answered them, "You are mistaken, because you don't know the Scriptures or the power of God.29Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ
30For in the resurrection they neither marry nor are given in marriage but are like angels in heaven.30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ’ ὡς ἄγγελοι ‹θεοῦ› ἐν τῷ οὐρανῷ εἰσιν
31Now concerning the resurrection of the dead, haven't you read what was spoken to you by God:31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος
32I am the God of Abraham and the God of Isaac and the God of Jacob? He is not the God of the dead, but of the living."32Ἐγώ εἰμι Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ οὐκ ἔστιν Θεὸς νεκρῶν ἀλλὰ ζώντων
33And when the crowds heard this, they were astonished at his teaching.33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
34When the Pharisees heard that he had silenced the Sadducees, they came together.34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό
35And one of them, an expert in the law, asked a question to test him:35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν
36"Teacher, which command in the law is the greatest?"36Διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ
37He said to him, "Love the Lord your God with all your heart, with all your soul, and with all your mind.37 δὲ ἔφη αὐτῷ Ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου
38This is the greatest and most important command.38αὕτη ἐστὶν μεγάλη καὶ πρώτη ἐντολή
39The second is like it: Love your neighbor as yourself.39δευτέρα ‹δὲ› ὁμοία αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
40All the Law and the Prophets depend on these two commands."40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος κρέμαται καὶ οἱ προφῆται
41While the Pharisees were together, Jesus questioned them,41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς
42"What do you think about the Messiah? Whose son is he?" They replied, "David's."42λέγων Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ τίνος υἱός ἐστιν Λέγουσιν αὐτῷ Τοῦ Δαυίδ
43He asked them, "How is it then that David, inspired by the Spirit, calls him 'Lord':43Λέγει αὐτοῖς Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων
44The Lord declared to my Lord, 'Sit at my right hand until I put your enemies under your feet'?44Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου Ὑποκάτω τῶν ποδῶν σου
45"If David calls him 'Lord,' how then can he be his son?"45Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν Κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν
46No one was able to answer him at all, and from that day no one dared to question him anymore.46Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 21
Top of Page
Top of Page