32 Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι

33 Καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν

34 δὲ Ἰησοῦς ἔλεγεν Πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους

35 Καὶ εἱστήκει λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες Ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν Χριστὸς τοῦ Θεοῦ ἐκλεκτός

36 Ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ

37 καὶ λέγοντες Εἰ σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν

38 Ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ Ο* ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΟΥΤΟΣ* {γράμμασιν Ἑλληνικοῖς καὶ Ρωμαϊκοῖς καὶ Ἑβραϊκοῖς}

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ‹λέγων› Οὐχὶ σὺ εἶ Χριστός σῶσον σεαυτὸν καὶ ἡμᾶς

40 Ἀποκριθεὶς δὲ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη Οὐδὲ φοβῇ σὺ τὸν Θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ

41 καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν

42 καὶ ἔλεγεν Ἰησοῦ μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου

43 Καὶ εἶπεν αὐτῷ Ἀμήν σοι λέγω σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ

44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης

45 τοῦ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον

46 Καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν Πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν

47 Ἰδὼν δὲ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν Θεὸν λέγων Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν

48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον

49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα

50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος

51 οὗτος οὐκ ἦν συνκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ Θεοῦ

52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ

53 καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος

54 καὶ ἡμέρα ἦν Παρασκευῆς καὶ σάββατον ἐπέφωσκεν

55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ

56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν

Luke 23:32-56, Hebrew & Greek Study Bible. Public domain.
Luke 22
Top of Page
Top of Page
Copied