Matthew 9
Study Bible PAR ▾ 
Jesus Heals a Paralytic

Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν

Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ Θάρσει τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι Καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς Οὗτος βλασφημεῖ Καὶ εἰδὼς Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν Ἵνα‿ τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφίενταί σου αἱ ἁμαρτίαι εἰπεῖν Ἔγειρε καὶ περιπάτει ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ Ἐγερθεὶς* ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ Ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις

Jesus Calls Matthew

Καὶ παράγων Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον Μαθθαῖον λεγόμενον καὶ λέγει αὐτῷ Ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ

10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει διδάσκαλος ὑμῶν 12  δὲ ἀκούσας εἶπεν Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες 13 πορευθέντες δὲ μάθετε τί ἐστιν Ἔλεος θέλω καὶ οὐ θυσίαν οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς

Jesus Questioned about Fasting

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν ‹πολλά› οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν 15 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν νυμφίος ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν νυμφίος καὶ τότε νηστεύσουσιν

The Patches and Wineskins

16 Οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου καὶ χεῖρον σχίσμα γίνεται 17 Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή¦γε ῥήγνυνται οἱ ἀσκοί καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς καὶ ἀμφότεροι συντηροῦνται

The Healing Touch of Jesus

18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ἐλθὼν* προσεκύνει αὐτῷ λέγων ὅτι θυγάτηρ μου ἄρτι ἐτελεύτησεν ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν καὶ ζήσεται 19 Καὶ ἐγερθεὶς Ἰησοῦς ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ

20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι 22  δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν Θάρσει θύγατερ πίστις σου σέσωκέν σε καὶ ἐσώθη γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης

23 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον 24 ἔλεγεν Ἀναχωρεῖτε οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει καὶ κατεγέλων αὐτοῦ 25 Ὅτε δὲ ἐξεβλήθη ὄχλος εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς καὶ ἠγέρθη τὸ κοράσιον 26 καὶ ἐξῆλθεν φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην

Jesus Heals Two Blind Men

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν ‹αὐτῷ› δύο τυφλοὶ κράζοντες καὶ λέγοντες Ἐλέησον ἡμᾶς υἱὸς Δαυίδ 28 Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί καὶ λέγει αὐτοῖς Ἰησοῦς Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι Λέγουσιν αὐτῷ Ναί Κύριε 29 Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί καὶ ἐνεβριμήθη αὐτοῖς Ἰησοῦς λέγων Ὁρᾶτε μηδεὶς γινωσκέτω 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ

Jesus Heals a Mute Man

32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ‹ἄνθρωπον› κωφὸν δαιμονιζόμενον 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ 34 Οἱ δὲ Φαρισαῖοι ἔλεγον Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια

The Sheep and the Harvest

35 Καὶ περιῆγεν Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν

36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα 37 Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι 38 δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Matthew 8
Top of Page
Top of Page