Matthew 21
Parallel Study Bible STU ▾ 
English Study BibleGreek Study Bible
1As they drew near to Jerusalem and came to Bethphage on the Mount of Olives, Jesus sent out two disciples. 1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
2“Go to the village ahead of you,” He told them, “and at once you will find a donkey tied [there], with [her] colt beside her. Untie [them] [and] bring [them] to Me. 2λέγων αὐτοῖς Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως* εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς λύσαντες ἀγάγετέ μοι
3If anyone questions you, tell [him] that the Lord needs them, and he will send them right away.” 3καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι Κύριος αὐτῶν χρείαν ἔχει εὐθὺς δὲ ἀποστελεῖ αὐτούς
4This took place to fulfill what was spoken through the prophet: 4Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος
5“Say to the daughter of Zion, ‘See, your King comes to you, gentle and riding on a donkey, on a colt, [the] foal of a beast of burden.’” 5Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ Βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου
6So the disciples went and did as Jesus had directed them. 6Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς Ἰησοῦς
7They brought the donkey and the colt and laid their cloaks on them, and [Jesus] sat on them. 7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ’ αὐτῶν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν
8A massive crowd spread their cloaks on the road, while others cut branches from the trees and spread [them] on the road. 8 δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ
9The crowds that went ahead of Him and those that followed were shouting: “Hosanna to the Son of David!” “Blessed is He who comes in [the] name of [the] Lord!” “Hosanna in the highest!” 9Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες Ὡσαννὰ τῷ υἱῷ Δαυίδ Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
10When [Jesus] had entered Jerusalem, the whole city was stirred [and] asked, “Who is this?” 10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα Τίς ἐστιν οὗτος
11The crowds replied, “This is Jesus, the prophet from Nazareth in Galilee.” 11Οἱ δὲ ὄχλοι ἔλεγον Οὗτός ἐστιν προφήτης Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας
12Then Jesus went into the temple courts and drove out all who were buying and selling [there]. He overturned the tables of the money changers and the seats of those selling doves. 12Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς
13And He declared to them, “It is written: ‘My house will be called a house of prayer.’ But you are making it ‘a den of robbers.’” 13καὶ λέγει αὐτοῖς Γέγραπται οἶκός μου οἶκος προσευχῆς κληθήσεται ὑμεῖς δὲ αὐτὸν ποιεῖτε Σπήλαιον λῃστῶν
14[The] blind and [the] lame came to Him at the temple, and He healed them. 14Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς
15But the chief priests and scribes were indignant when they saw the wonders He did and the children shouting in the temple courts, “Hosanna to the Son of David!” 15ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας Ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν
16“Do you hear what these [children] are saying?” they asked. “Yes,” Jesus answered, “have you never read: ‘From [the] mouths of children and infants You have ordained praise’?” 16καὶ εἶπαν αὐτῷ Ἀκούεις τί οὗτοι λέγουσιν δὲ Ἰησοῦς λέγει αὐτοῖς Ναί οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων Κατηρτίσω αἶνον
17Then He left them [and] went out of the city to Bethany, where He spent the night. 17Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ
18In the morning, as [Jesus] was returning to the city, He was hungry. 18Πρωῒ δὲ ἐπανάγων* εἰς τὴν πόλιν ἐπείνασεν
19Seeing a fig tree along the road, He went up to it but found nothing on it except leaves. “May you never bear fruit again!” He said. And immediately the tree withered. 19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ 〈Οὐ〉 μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα καὶ ἐξηράνθη παραχρῆμα συκῆ
20When the disciples saw [this], they marveled [and] asked, “How {did} the fig tree wither so quickly?” 20Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες Πῶς παραχρῆμα ἐξηράνθη συκῆ
21“Truly I tell you,” Jesus replied, “if you have faith and {do} not doubt, not only will you do what was done to the fig tree, but even if you say to this mountain, ‘Be lifted up and thrown into the sea,’ it will happen. 21Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν γενήσεται
22If you believe, you will receive whatever you ask in prayer.” 22καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε
23When [Jesus] returned to the temple courts [and] began to teach, the chief priests and elders of the people came to Him. “By what authority are You doing these things?” they asked. “And who gave You this authority?” 23Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην
24“I will also ask you one question,” Jesus replied, “{and} if you answer Me, I will tell you by what authority I am doing these things. 24Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
25What was the source of John’s baptism? [Was it] from heaven or from men?” They deliberated among themselves [and] said, “If we say, ‘From heaven,’ He will ask, ‘Why then did you not believe him?’ 25τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν ἐξ οὐρανοῦ ἐξ ἀνθρώπων Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ ἡμῖν Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
26But if we say, ‘From men,’ we are afraid of the crowd, for they all regard John as a prophet.” 26ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων φοβούμεθα τὸν ὄχλον πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην
27So they said to Jesus, “We do not know.” “Neither {will} I tell you by what authority I am doing these things,” He replied. 27καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν Οὐκ οἴδαμεν Ἔφη αὐτοῖς καὶ αὐτός Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
28“But what [do] you think? [There was] a man who had two sons. He went to the first [and] said, ‘Son, go [and] work today in the vineyard.’ 28Τί δὲ ὑμῖν δοκεῖ ἄνθρωπος εἶχεν τέκνα δύο [καὶ] προσελθὼν τῷ πρώτῳ εἶπεν Τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι
29‘I will not,’ he replied. But later he changed his mind [and] went. 29 δὲ ἀποκριθεὶς εἶπεν 〈κύριε〉 ‹Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς› ἀπῆλθεν
30Then [the man] went to the second [son] [and] told [him] the same thing. ‘I [will], sir,’ he said. But he did not go. 30Προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως δὲ ἀποκριθεὶς εἶπεν Ἐγώ* κύριε* καὶ* οὐκ* ἀπῆλθεν
31Which of the two did the will of [his] father?” “The first,” they answered. Jesus said to them, “Truly I tell you, the tax collectors and prostitutes are entering the kingdom of God before you. 31Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός Λέγουσιν πρῶτος* Λέγει αὐτοῖς Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ
32For John came to you in a righteous way and you did not believe him, but the tax collectors and prostitutes [did]. And [even] after you saw this, you did not repent [and] believe him. 32ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης καὶ οὐκ ἐπιστεύσατε αὐτῷ οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ
33Listen to another parable: There was a landowner who planted a vineyard. He put a wall around it, dug a winepress in it, and built a tower. Then he rented it out to [some] tenants and went away on a journey. 33Ἄλλην παραβολὴν ἀκούσατε Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
34When the harvest time drew near, he sent his servants to the tenants to collect his share of the crop. 34Ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ
35But the tenants seized his servants. They beat one, killed [another], and stoned a third. 35καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν
36Again, he sent other servants, more than the first [group]. But [the tenants] did the same to them. 36Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως
37Finally, he sent his son to them. ‘They will respect my son,’ he said. 37Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων Ἐντραπήσονται τὸν υἱόν μου
38But when the tenants saw the son, they said to themselves, ‘This is the heir; come, let us kill him, and take his inheritance!’ 38Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς Οὗτός ἐστιν κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ
39And they took him [and] threw [him] out of the vineyard and killed [him]. 39καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν
40Therefore, when the owner of the vineyard returns, what will he do to those tenants?” 40Ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις
41“He will bring those wretches {to a} wretched {end},” they declared, “and will rent out the vineyard to other tenants who will give him [his] share of the crop at harvest time”. 41Λέγουσιν αὐτῷ Κακοὺς κακῶς ἀπολέσει αὐτούς καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν
42Jesus said to them, “Have you never read in the Scriptures: ‘[The] stone the builders rejected has become the cornerstone. This is from [the] Lord, and it is marvelous in our eyes’? 42Λέγει αὐτοῖς Ἰησοῦς Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες Οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας Παρὰ Κυρίου ἐγένετο αὕτη Καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
43Therefore I tell you that the kingdom of God will be taken away from you and given to a people who will produce its fruit. 43Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς
44He who falls on this stone will be broken to pieces, but he on whom it falls will be crushed.” 44καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν
45When the chief priests and Pharisees heard [Jesus’] parables, they knew He was speaking about them. 45Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει
46Although they wanted to arrest Him, they feared the crowds, because they considered [Jesus] a prophet. 46καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον
Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub
Matthew 20
Top of Page
Top of Page