Acts 9
NET Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
NET BibleGreek Study Bible
1Meanwhile Saul, still breathing out threats to murder the Lord's disciples, went to the high priest1 Δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου προσελθὼν τῷ ἀρχιερεῖ
2and requested letters from him to the synagogues in Damascus, so that if he found any who belonged to the Way, either men or women, he could bring them as prisoners to Jerusalem.2ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ
3As he was going along, approaching Damascus, suddenly a light from heaven flashed around him.3Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ
4He fell to the ground and heard a voice saying to him, "Saul, Saul, why are you persecuting me?"4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ τί με διώκεις
5So he said, "Who are you, Lord?" He replied, "I am Jesus whom you are persecuting!5Εἶπεν δέ Τίς εἶ Κύριε δέ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις {σκληρόν σοι πρὸς κέντρα λακτίζειν} {τρέμων τε καὶ θαμβῶν εἶπε Κύριε τί με θέλεις ποιῆσαι}
6But stand up and enter the city and you will be told what you must do."6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν
7(Now the men who were traveling with him stood there speechless, because they heard the voice but saw no one.)7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες
8So Saul got up from the ground, but although his eyes were open, he could see nothing. Leading him by the hand, his companions brought him into Damascus.8ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν
9For three days he could not see, and he neither ate nor drank anything. 9καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν
10Now there was a disciple in Damascus named Ananias. The Lord said to him in a vision, "Ananias," and he replied, "Here I am, Lord."10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι Κύριος Ἁνανία δὲ εἶπεν Ἰδοὺ ἐγώ Κύριε
11Then the Lord told him, "Get up and go to the street called 'Straight,' and at Judas' house look for a man from Tarsus named Saul. For he is praying,11 δὲ Κύριος πρὸς αὐτόν Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα ἰδοὺ γὰρ προσεύχεται
12and he has seen in a vision a man named Ananias come in and place his hands on him so that he may see again."12καὶ εἶδεν ἄνδρα ‹ἐν ὁράματι› Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ
13But Ananias replied, "Lord, I have heard from many people about this man, how much harm he has done to your saints in Jerusalem,13Ἀπεκρίθη δὲ Ἁνανίας Κύριε ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ
14and here he has authority from the chief priests to imprison all who call on your name!"14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου
15But the Lord said to him, "Go, because this man is my chosen instrument to carry my name before Gentiles and kings and the people of Israel.15Εἶπεν δὲ πρὸς αὐτὸν Κύριος Πορεύου ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον (τῶν) ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ
16For I will show him how much he must suffer for the sake of my name."16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν
17So Ananias departed and entered the house, placed his hands on Saul and said, "Brother Saul, the Lord Jesus, who appeared to you on the road as you came here, has sent me so that you may see again and be filled with the Holy Spirit."17Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ Κύριος ἀπέσταλκέν με Ἰησοῦς ὀφθείς σοι ἐν τῇ ὁδῷ ἤρχου ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου
18Immediately something like scales fell from his eyes, and he could see again. He got up and was baptized,18Καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη
19and after taking some food, his strength returned. For several days he was with the disciples in Damascus,19καὶ λαβὼν τροφὴν ἐνίσχυσεν Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς
20and immediately he began to proclaim Jesus in the synagogues, saying, "This man is the Son of God."20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν Υἱὸς τοῦ Θεοῦ
21All who heard him were amazed and were saying, "Is this not the man who in Jerusalem was ravaging those who call on this name, and who had come here to bring them as prisoners to the chief priests?"21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν πορθήσας εἰς Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς
22But Saul became more and more capable, and was causing consternation among the Jews who lived in Damascus by proving that Jesus is the Christ. 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν ‹τοὺς› Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν Χριστός
23Now after some days had passed, the Jews plotted together to kill him,23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν
24but Saul learned of their plot against him. They were also watching the city gates day and night so that they could kill him.24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν
25But his disciples took him at night and let him down through an opening in the wall by lowering him in a basket. 25λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι
26When he arrived in Jerusalem, he attempted to associate with the disciples, and they were all afraid of him, because they did not believe that he was a disciple.26Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς καὶ πάντες ἐφοβοῦντο αὐτόν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής
27But Barnabas took Saul, brought him to the apostles, and related to them how he had seen the Lord on the road, that the Lord had spoken to him, and how in Damascus he had spoken out boldly in the name of Jesus.27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ‹τοῦ› Ἰησοῦ
28So he was staying with them, associating openly with them in Jerusalem, speaking out boldly in the name of the Lord.28Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου
29He was speaking and debating with the Greek-speaking Jews, but they were trying to kill him.29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν
30When the brothers found out about this, they brought him down to Caesarea and sent him away to Tarsus. 30ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν
31Then the church throughout Judea, Galilee, and Samaria experienced peace and thus was strengthened. Living in the fear of the Lord and in the encouragement of the Holy Spirit, the church increased in numbers. 31 μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνετο
32Now as Peter was traveling around from place to place, he also came down to the saints who lived in Lydda.32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα
33He found there a man named Aeneas who had been confined to a mattress for eight years because he was paralyzed.33εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου ὃς ἦν παραλελυμένος
34Peter said to him, "Aeneas, Jesus the Christ heals you. Get up and make your own bed!" And immediately he got up.34καὶ εἶπεν αὐτῷ Πέτρος Αἰνέα ἰᾶταί σε Ἰησοῦς Χριστός ἀνάστηθι καὶ στρῶσον σεαυτῷ καὶ εὐθέως ἀνέστη
35All those who lived in Lydda and Sharon saw him, and they turned to the Lord. 35καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον
36Now in Joppa there was a disciple named Tabitha (which in translation means Dorcas). She was continually doing good deeds and acts of charity.36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά διερμηνευομένη λέγεται Δορκάς αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει
37At that time she became sick and died. When they had washed her body, they placed it in an upstairs room.37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν λούσαντες δὲ ἔθηκαν ‹αὐτὴν› ἐν ὑπερῴῳ
38Because Lydda was near Joppa, when the disciples heard that Peter was there, they sent two men to him and urged him, "Come to us without delay."38ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν
39So Peter got up and went with them, and when he arrived they brought him to the upper room. All the widows stood beside him, crying and showing him the tunics and other clothing Dorcas used to make while she was with them.39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα Δορκάς
40But Peter sent them all outside, knelt down, and prayed. Turning to the body, he said, "Tabitha, get up." Then she opened her eyes, and when she saw Peter, she sat up.40Ἐκβαλὼν δὲ ἔξω πάντας Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν Ταβιθά ἀνάστηθι δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν
41He gave her his hand and helped her get up. Then he called the saints and widows and presented her alive.41δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν
42This became known throughout all Joppa, and many believed in the Lord.42Γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν Κύριον
43So Peter stayed many days in Joppa with a man named Simon, a tanner. 43Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ
NET Bible copyright © 1996-2006 by Biblical Studies Press, L.L.C. //netbible.com. Used by permission. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 8
Top of Page
Top of Page