Acts 15
NKJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New King James VersionGreek Study Bible
1And certain men came down from Judea and taught the brethren, “Unless you are circumcised according to the custom of Moses, you cannot be saved.”1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως οὐ δύνασθε σωθῆναι
2Therefore, when Paul and Barnabas had no small dissension and dispute with them, they determined that Paul and Barnabas and certain others of them should go up to Jerusalem, to the apostles and elders, about this question.2γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου
3So, being sent on their way by the church, they passed through Phoenicia and Samaria, describing the conversion of the Gentiles; and they caused great joy to all the brethren.3Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς
4And when they had come to Jerusalem, they were received by the church and the apostles and the elders; and they reported all things that God had done with them.4παραγενόμενοι δὲ εἰς Ἱεροσόλυμα παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων ἀνήγγειλάν τε ὅσα Θεὸς ἐποίησεν μετ’ αὐτῶν
5But some of the sect of the Pharisees who believed rose up, saying, “It is necessary to circumcise them, and to command them to keep the law of Moses.”5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως
6Now the apostles and elders came together to consider this matter.6Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου
7And when there had been much dispute, Peter rose up and said to them: “Men and brethren, you know that a good while ago God chose among us, that by my mouth the Gentiles should hear the word of the gospel and believe.7Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς Ἄνδρες ἀδελφοί ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι
8So God, who knows the heart, acknowledged them by giving them the Holy Spirit, just as He did to us,8καὶ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν
9and made no distinction between us and them, purifying their hearts by faith.9καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν
10Now therefore, why do you test God by putting a yoke on the neck of the disciples which neither our fathers nor we were able to bear?10Νῦν οὖν τί πειράζετε τὸν Θεόν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι
11But we believe that through the grace of the Lord Jesus Christ we shall be saved in the same manner as they.”11ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι
12Then all the multitude kept silent and listened to Barnabas and Paul declaring how many miracles and wonders God had worked through them among the Gentiles.12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν
13And after they had become silent, James answered, saying, “Men and brethren, listen to me:13Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων Ἄνδρες ἀδελφοί ἀκούσατέ μου
14Simon has declared how God at the first visited the Gentiles to take out of them a people for His name.14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ
15And with this the words of the prophets agree, just as it is written:15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται
16‘After this I will return And will rebuild the tabernacle of David, which has fallen down; I will rebuild its ruins, And I will set it up;16Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα* αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν
17So that the rest of mankind may seek the LORD, Even all the Gentiles who are called by My name, Says the LORD who does all these things.’17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς λέγει Κύριος ποιῶν ταῦτα
18“Known to God from eternity are all His works.18γνωστὰ ἀπ’ αἰῶνος ⧼ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ⧽
19Therefore I judge that we should not trouble those from among the Gentiles who are turning to God,19Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν
20but that we write to them to abstain from things polluted by idols, from sexual immorality, from things strangled, and from blood.20ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ‹τοῦ› πνικτοῦ καὶ τοῦ αἵματος
21For Moses has had throughout many generations those who preach him in every city, being read in the synagogues every Sabbath.”21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος
22Then it pleased the apostles and elders, with the whole church, to send chosen men of their own company to Antioch with Paul and Barnabas, namely, Judas who was also named Barsabas, and Silas, leading men among the brethren.22Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς
23They wrote this letter by them: The apostles, the elders, and the brethren, To the brethren who are of the Gentiles in Antioch, Syria, and Cilicia: Greetings.23γράψαντες διὰ χειρὸς αὐτῶν Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ Τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν Χαίρειν
24Since we have heard that some who went out from us have troubled you with words, unsettling your souls, saying, “You must be circumcised and keep the law”—to whom we gave no such commandment—24Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ‹ἐξελθόντες› ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν ⧼λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον⧽ οἷς οὐ διεστειλάμεθα
25it seemed good to us, being assembled with one accord, to send chosen men to you with our beloved Barnabas and Paul,25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις* ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ
26men who have risked their lives for the name of our Lord Jesus Christ.26ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
27We have therefore sent Judas and Silas, who will also report the same things by word of mouth.27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά
28For it seemed good to the Holy Spirit, and to us, to lay upon you no greater burden than these necessary things:28Ἔδοξεν γὰρ τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες
29that you abstain from things offered to idols, from blood, from things strangled, and from sexual immorality. If you keep yourselves from these, you will do well. Farewell.29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε Ἔρρωσθε
30So when they were sent off, they came to Antioch; and when they had gathered the multitude together, they delivered the letter.30Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν
31When they had read it, they rejoiced over its encouragement.31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει
32Now Judas and Silas, themselves being prophets also, exhorted and strengthened the brethren with many words.32Ἰούδας τε καὶ Σιλᾶς καὶ αὐτοὶ προφῆται ὄντες διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν
33And after they had stayed there for a time, they were sent back with greetings from the brethren to the apostles.33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς
34However, it seemed good to Silas to remain there.34{ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ}
35Paul and Barnabas also remained in Antioch, teaching and preaching the word of the Lord, with many others also.35Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου
36Then after some days Paul said to Barnabas, “Let us now go back and visit our brethren in every city where we have preached the word of the Lord, and see how they are doing.”36Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρνάβαν Παῦλος Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου πῶς ἔχουσιν
37Now Barnabas was determined to take with them John called Mark.37Βαρνάβας δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μάρκον
38But Paul insisted that they should not take with them the one who had departed from them in Pamphylia, and had not gone with them to the work.38Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον
39Then the contention became so sharp that they parted from one another. And so Barnabas took Mark and sailed to Cyprus;39Ἐγένετο δὲ παροξυσμός ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον
40but Paul chose Silas and departed, being commended by the brethren to the grace of God.40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ Κυρίου ὑπὸ τῶν ἀδελφῶν
41And he went through Syria and Cilicia, strengthening the churches.41διήρχετο δὲ τὴν Συρίαν καὶ ‹τὴν› Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας
The Holy Bible, New King James Version, Copyright © 1982 Thomas Nelson. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 14
Top of Page
Top of Page