Acts 2
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1When the day of Pentecost had arrived, they were all together in one place.1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό
2Suddenly a sound like that of a violent rushing wind came from heaven, and it filled the whole house where they were staying.2καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι
3They saw tongues like flames of fire that separated and rested on each one of them.3καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν
4Then they were all filled with the Holy Spirit and began to speak in different tongues, as the Spirit enabled them.4καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς
5Now there were Jews staying in Jerusalem, devout people from every nation under heaven.5Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν
6When this sound occurred, a crowd came together and was confused because each one heard them speaking in his own language.6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν
7They were astounded and amazed, saying, "Look, aren't all these who are speaking Galileans?7Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχ* ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι
8How is it that each of us can hear them in our own native language?8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν
9Parthians, Medes, Elamites; those who live in Mesopotamia, in Judea and Cappadocia, Pontus and Asia,9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται* καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν Ἀσίαν
10Phrygia and Pamphylia, Egypt and the parts of Libya near Cyrene; visitors from Rome (both Jews and converts),10Φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι
11Cretans and Arabs--we hear them declaring the magnificent acts of God in our own tongues."11Ἰουδαῖοί τε καὶ προσήλυτοι Κρῆτες καὶ Ἄραβες ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ
12They were all astounded and perplexed, saying to one another, "What does this mean?"12Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν* ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι
13But some sneered and said, "They're drunk on new wine."13Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν
14Peter stood up with the Eleven, raised his voice, and proclaimed to them: "Fellow Jews and all you residents of Jerusalem, let me explain this to you and pay attention to my words.14Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου
15For these people are not drunk, as you suppose, since it's only nine in the morning.15οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας
16On the contrary, this is what was spoken through the prophet Joel:16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
17And it will be in the last days, says God, that I will pour out my Spirit on all people; then your sons and your daughters will prophesy, your young men will see visions, and your old men will dream dreams.17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει Θεός ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται
18I will even pour out my Spirit on my servants in those days, both men and women and they will prophesy.18καί‿ γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσιν
19I will display wonders in the heaven above and signs on the earth below: blood and fire and a cloud of smoke.19καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ
20The sun will be turned to darkness and the moon to blood before the great and glorious day of the Lord comes.20 ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν ‹ἢ› ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
21Then everyone who calls on the name of the Lord will be saved.21καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται
22"Fellow Israelites, listen to these words: This Jesus of Nazareth was a man attested to you by God with miracles, wonders, and signs that God did among you through him, just as you yourselves know.22Ἄνδρες Ἰσραηλῖται ἀκούσατε τοὺς λόγους τούτους Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ Θεὸς ἐν μέσῳ ὑμῶν καθὼς αὐτοὶ οἴδατε
23Though he was delivered up according to God's determined plan and foreknowledge, you used lawless people to nail him to a cross and kill him.23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε
24God raised him up, ending the pains of death, because it was not possible for him to be held by death.24ὃν Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ
25For David says of him: I saw the Lord ever before me; because he is at my right hand, I will not be shaken.25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ
26Therefore my heart is glad and my tongue rejoices. Moreover, my flesh will rest in hope,26διὰ τοῦτο ηὐφράνθη μου «ἡ καρδία» καὶ ἠγαλλιάσατο γλῶσσά μου ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι
27because you will not abandon me in Hades or allow your holy one to see decay.27ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν
28You have revealed the paths of life to me; you will fill me with gladness in your presence.28ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου
29"Brothers and sisters, I can confidently speak to you about the patriarch David: He is both dead and buried, and his tomb is with us to this day.29Ἄνδρες ἀδελφοί ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης
30Since he was a prophet, he knew that God had sworn an oath to him to seat one of his descendants on his throne.30προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ
31Seeing what was to come, he spoke concerning the resurrection of the Messiah: He was not abandoned in Hades, and his flesh did not experience decay.31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾅδην οὔτε σὰρξ αὐτοῦ εἶδεν διαφθοράν
32"God has raised this Jesus; we are all witnesses of this.32Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν Θεός οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες
33Therefore, since he has been exalted to the right hand of God and has received from the Father the promised Holy Spirit, he has poured out what you both see and hear.33τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεεν τοῦτο ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε
34For it was not David who ascended into the heavens, but he himself says: The Lord declared to my Lord, 'Sit at my right hand34Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός Εἶπεν ‹ὁ› Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου
35until I make your enemies your footstool.'35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
36"Therefore let all the house of Israel know with certainty that God has made this Jesus, whom you crucified, both Lord and Messiah."36Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν Θεός τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε
37When they heard this, they were pierced to the heart and said to Peter and the rest of the apostles: "Brothers, what should we do?"37Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν ἄνδρες ἀδελφοί
38Peter replied, "Repent and be baptized, each of you, in the name of Jesus Christ for the forgiveness of your sins, and you will receive the gift of the Holy Spirit.38Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε [φησίν] Καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος
39For the promise is for you and for your children, and for all who are far off, as many as the Lord our God will call."39ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος Θεὸς ἡμῶν
40With many other words he testified and strongly urged them, saying, "Be saved from this corrupt generation!"40Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης
41So those who accepted his message were baptized, and that day about three thousand people were added to them.41οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι
42They devoted themselves to the apostles' teaching, to the fellowship, to the breaking of bread, and to prayer.42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς
43Everyone was filled with awe, and many wonders and signs were being performed through the apostles.43Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος πολλά τε* τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο
44Now all the believers were together and held all things in common.44Πάντες δὲ οἱ ‹πιστεύοντες ἦσαν› ἐπὶ τὸ αὐτὸ ‹καὶ› εἶχον ἅπαντα κοινά
45They sold their possessions and property and distributed the proceeds to all, as any had need.45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν
46Every day they devoted themselves to meeting together in the temple, and broke bread from house to house. They ate their food with joyful and sincere hearts,46Καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ κλῶντές τε κατ’ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
47praising God and enjoying the favor of all the people. Every day the Lord added to their number those who were being saved.47αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 1
Top of Page
Top of Page