Acts 13
NET Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
NET BibleGreek Study Bible
1Now there were these prophets and teachers in the church at Antioch: Barnabas, Simeon called Niger, Lucius the Cyrenian, Manaen (a close friend of Herod the tetrarch from childhood) and Saul.1Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι τε Βαρνάβας καὶ Συμεὼν καλούμενος Νίγερ καὶ Λούκιος Κυρηναῖος Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος
2While they were serving the Lord and fasting, the Holy Spirit said, "Set apart for me Barnabas and Saul for the work to which I have called them."2Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον προσκέκλημαι αὐτούς
3Then, after they had fasted and prayed and placed their hands on them, they sent them off. 3τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν
4So Barnabas and Saul, sent out by the Holy Spirit, went down to Seleucia, and from there they sailed to Cyprus.4Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος κατῆλθον εἰς Σελεύκειαν ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον
5When they arrived in Salamis, they began to proclaim the word of God in the Jewish synagogues. (Now they also had John as their assistant.)5καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην
6When they had crossed over the whole island as far as Paphos, they found a magician, a Jewish false prophet named Bar-Jesus,6Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ὄνομα Βαριησοῦ
7who was with the proconsul Sergius Paulus, an intelligent man. The proconsul summoned Barnabas and Saul and wanted to hear the word of God.7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ ἀνδρὶ συνετῷ οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ
8But the magician Elymas (for that is the way his name is translated) opposed them, trying to turn the proconsul away from the faith.8ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας μάγος οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως
9But Saul (also known as Paul), filled with the Holy Spirit, stared straight at him9Σαῦλος δέ καὶ Παῦλος πλησθεὶς Πνεύματος Ἁγίου ἀτενίσας εἰς αὐτὸν
10and said, "You who are full of all deceit and all wrongdoing, you son of the devil, you enemy of all righteousness--will you not stop making crooked the straight paths of the Lord?10εἶπεν πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας υἱὲ διαβόλου ἐχθρὲ πάσης δικαιοσύνης οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας
11Now look, the hand of the Lord is against you, and you will be blind, unable to see the sun for a time!" Immediately mistiness and darkness came over him, and he went around seeking people to lead him by the hand.11καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ παραχρῆμα δὲ ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς
12Then when the proconsul saw what had happened, he believed, because he was greatly astounded at the teaching about the Lord. 12Τότε ἰδὼν ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου
13Then Paul and his companions put out to sea from Paphos and came to Perga in Pamphylia, but John left them and returned to Jerusalem.13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα
14Moving on from Perga, they arrived at Pisidian Antioch, and on the Sabbath day they went into the synagogue and sat down.14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν καὶ εἰσελθόντες* εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν
15After the reading from the law and the prophets, the leaders of the synagogue sent them a message, saying, "Brothers, if you have any message of exhortation for the people, speak it."15μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες Ἄνδρες ἀδελφοί εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν λέγετε
16So Paul stood up, gestured with his hand and said, "Men of Israel, and you Gentiles who fear God, listen:16Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν ἀκούσατε
17The God of this people Israel chose our ancestors and made the people great during their stay as foreigners in the country of Egypt, and with uplifted arm he led them out of it.17 Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς
18For a period of about forty years he put up with them in the wilderness.18καί ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ
19After he had destroyed seven nations in the land of Canaan, he gave his people their land as an inheritance.19καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
20All this took about four hundred fifty years. After this he gave them judges until the time of Samuel the prophet.20ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα Καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ‹τοῦ› προφήτου
21Then they asked for a king, and God gave them Saul son of Kish, a man from the tribe of Benjamin, who ruled forty years.21κἀκεῖθεν ᾐτήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοῖς Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς ἄνδρα ἐκ φυλῆς Βενιαμίν ἔτη τεσσεράκοντα
22After removing him, God raised up David their king. He testified about him: 'I have found David the son of Jesse to be a man after my heart, who will accomplish everything I want him to do.'22καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα καὶ εἶπεν μαρτυρήσας Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί ἄνδρα κατὰ τὴν καρδίαν μου ὃς ποιήσει πάντα τὰ θελήματά μου
23From the descendants of this man God brought to Israel a Savior, Jesus, just as he promised.23Τούτου Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν
24Before Jesus arrived, John had proclaimed a baptism for repentance to all the people of Israel.24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ
25But while John was completing his mission, he said repeatedly, 'What do you think I am? I am not he. But look, one is coming after me. I am not worthy to untie the sandals on his feet!'25ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον ἔλεγεν Τί ἐμὲ ὑπονοεῖτε εἶναι οὐκ εἰμὶ ἐγώ ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι
26Brothers, descendants of Abraham's family, and those Gentiles among you who fear God, the message of this salvation has been sent to us.26Ἄνδρες ἀδελφοί υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν ἡμῖν λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη
27For the people who live in Jerusalem and their rulers did not recognize him, and they fulfilled the sayings of the prophets that are read every Sabbath by condemning him.27οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν
28Though they found no basis for a death sentence, they asked Pilate to have him executed.28καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν
29When they had accomplished everything that was written about him, they took him down from the cross and placed him in a tomb.29Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον
30But God raised him from the dead,30 δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν
31and for many days he appeared to those who had accompanied him from Galilee to Jerusalem. These are now his witnesses to the people.31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν
32And we proclaim to you the good news about the promise to our ancestors,32Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
33that this promise God has fulfilled to us, their children, by raising Jesus, as also it is written in the second psalm, 'You are my Son; today I have fathered you.'33ὅτι ταύτην Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις [αὐτῶν] ἡμῶν ἀναστήσας Ἰησοῦν ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ Υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
34But regarding the fact that he has raised Jesus from the dead, never again to be in a state of decay, God has spoken in this way: 'I will give you the holy and trustworthy promises made to David.'34Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά
35Therefore he also says in another psalm, 'You will not permit your Holy One to experience decay.'35Διότι καὶ ἐν ἑτέρῳ λέγει Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν
36For David, after he had served God's purpose in his own generation, died, was buried with his ancestors, and experienced decay,36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν
37but the one whom God raised up did not experience decay.37ὃν δὲ Θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν
38Therefore let it be known to you, brothers, that through this one forgiveness of sins is proclaimed to you,38Γνωστὸν οὖν ἔστω ὑμῖν ἄνδρες ἀδελφοί ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται
39and by this one everyone who believes is justified from everything from which the law of Moses could not justify you.39καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς πιστεύων δικαιοῦται
40Watch out, then, that what is spoken about by the prophets does not happen to you: 40βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις
41Look, you scoffers; be amazed and perish! For I am doing a work in your days, a work you would never believe, even if someone tells you.'" 41Ἴδετε οἱ καταφρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν
42As Paul and Barnabas were going out, the people were urging them to speak about these things on the next Sabbath.42Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα
43When the meeting of the synagogue had broken up, many of the Jews and God-fearing proselytes followed Paul and Barnabas, who were speaking with them and were persuading them to continue in the grace of God. 43λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ
44On the next Sabbath almost the whole city assembled together to hear the word of the Lord.44Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου*
45But when the Jews saw the crowds, they were filled with jealousy, and they began to contradict what Paul was saying by reviling him.45ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες
46Both Paul and Barnabas replied courageously, "It was necessary to speak the word of God to you first. Since you reject it and do not consider yourselves worthy of eternal life, we are turning to the Gentiles.46Παρρησιασάμενοί τε Παῦλος καὶ Βαρνάβας εἶπαν Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη
47For this is what the Lord has commanded us: 'I have appointed you to be a light for the Gentiles, to bring salvation to the ends of the earth.'"47οὕτως γὰρ ἐντέταλται ἡμῖν Κύριος Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
48When the Gentiles heard this, they began to rejoice and praise the word of the Lord, and all who had been appointed for eternal life believed.48Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον
49So the word of the Lord was spreading through the entire region.49διεφέρετο δὲ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας
50But the Jews incited the God-fearing women of high social standing and the prominent men of the city, stirred up persecution against Paul and Barnabas, and threw them out of their region.50Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν
51So after they shook the dust off their feet in protest against them, they went to Iconium.51οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον
52And the disciples were filled with joy and with the Holy Spirit. 52οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου
NET Bible copyright © 1996-2006 by Biblical Studies Press, L.L.C. //netbible.com. Used by permission. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 12
Top of Page
Top of Page