◄ Mark 15 ►
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1Early in the morning, the chief priests, elders, scribes, and the whole Sanhedrin devised a plan. They bound Jesus, led Him away, and handed Him over to Pilate.1Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες* οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ
2So Pilate questioned Him, “Are You the King of the Jews?” “You have said so,” Jesus replied.2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει Σὺ λέγεις
3And the chief priests began to accuse Him of many things.3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά
4Then Pilate questioned Him again, “Do You not answer? Look how many charges they are bringing against You!”4Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων Οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου κατηγοροῦσιν
5But to Pilate’s amazement, Jesus made no further reply.5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πιλᾶτον
6Now it was Pilate’s custom at the feast to release to the people a prisoner of their choosing.6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο
7And a man named Barabbas was imprisoned with the rebels who had committed murder during the insurrection.7ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν
8So the crowd went up and began asking Pilate to keep his custom.8καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς
9“Do you want me to release to you the King of the Jews?” Pilate asked.9Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων
10For he knew it was out of envy that the chief priests had handed Jesus over.10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς
11But the chief priests stirred up the crowd to have him release Barabbas to them instead.11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς
12So Pilate asked them again, “What then do you want me to do with the One you call the King of the Jews?”12Ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς Τί οὖν ‹θέλετε› ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων
13And they shouted back, “Crucify Him!”13Οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν
14“Why?” asked Pilate. “What evil has He done?” But they shouted all the louder, “Crucify Him!”14Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ ἐποίησεν κακόν Οἱ δὲ περισσῶς ἔκραξαν Σταύρωσον αὐτόν
15And wishing to satisfy the crowd, Pilate released Barabbas to them. But he had Jesus flogged, and handed Him over to be crucified.15Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ
16Then the soldiers led Jesus away into the palace (that is, the Praetorium) and called the whole company together.16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς ὅ ἐστιν Πραιτώριον καὶ συνκαλοῦσιν ὅλην τὴν σπεῖραν
17They dressed Him in a purple robe, twisted together a crown of thorns, and set it on His head.17καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον
18And they began to salute Him: “Hail, King of the Jews!”18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν Χαῖρε Βασιλεῦ τῶν Ἰουδαίων
19They kept striking His head with a staff and spitting on Him. And they knelt down and bowed before Him.19Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ
20After they had mocked Him, they removed the purple robe and put His own clothes back on Him. Then they led Him out to crucify Him.20καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ ‹ἴδια› Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν
21Now Simon of Cyrene, the father of Alexander and Rufus, was passing by on his way in from the country, and the soldiers forced him to carry the cross of Jesus.21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
22They brought Jesus to a place called Golgotha, which means The Place of the Skull.22Καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον ὅ ἐστιν μεθερμηνευόμενον* Κρανίου τόπος
23There they offered Him wine mixed with myrrh, but He did not take it.23καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον ὃς δὲ οὐκ ἔλαβεν
24And they crucified Him. They also divided His garments by casting lots to decide what each of them would take.24Καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ
25It was the third hour when they crucified Him.25Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν
26And the charge inscribed against Him read: The King of the Jews.26καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη Ο* ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
27Along with Jesus, they crucified two robbers, one on His right and one on His left.27Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ
2828⧼Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα Καὶ μετὰ ἀνόμων ἐλογίσθη⧽
29And those who passed by heaped abuse on Him, shaking their heads and saying, “Aha! You who are going to destroy the temple and rebuild it in three days,29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις
30come down from the cross and save Yourself!”30σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ
31In the same way, the chief priests and scribes mocked Him among themselves, saying, “He saved others, but He cannot save Himself!31Ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι
32Let the Christ, the King of Israel, come down now from the cross, so that we may see and believe!” And even those who were crucified with Him berated Him.32ὁ Χριστὸς ὁ Βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ ἵνα ἴδωμεν καὶ πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν
33From the sixth hour until the ninth hour darkness came over all the land.33Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
34At the ninth hour, Jesus cried out in a loud voice, “Eloi, Eloi, lema sabachthani?” which means, “My God, My God, why have You forsaken Me?”34καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ Ἐλωῒ Ἐλωῒ λεμὰ* σαβαχθάνι* ὅ ἐστιν μεθερμηνευόμενον Ὁ Θεός μου ὁ Θεός μου εἰς τί ἐγκατέλιπές με
35When some of those standing nearby heard this, they said, “Behold, He is calling Elijah.”35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον Ἴδε Ἠλίαν φωνεῖ
36And someone ran and filled a sponge with vinegar. He put it on a reed and offered it to Jesus to drink. “Wait!” he said. “Let us see if Elijah comes to take Him down.”36Δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν λέγων Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν
37But Jesus let out a loud cry and breathed His last.37Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν
38And the veil of the temple was torn in two from top to bottom.38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω
39When the centurion standing there in front of Jesus saw how He had breathed His last, he said, “Truly this man was the Son of God!”39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν Ἀληθῶς οὗτος ὁ ἄνθρωπος Υἱὸς Θεοῦ ἦν
40And there were also women watching from a distance. Among them were Mary Magdalene, Mary the mother of James the younger and of Joseph, and Salome.40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη
41These women had followed Jesus and ministered to Him while He was in Galilee, and there were many other women who had come up to Jerusalem with Him.41αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα
42Now it was already evening. Since it was Preparation Day (that is, the day before the Sabbath),42Καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἦν Παρασκευή ὅ ἐστιν προσάββατον
43Joseph of Arimathea, a prominent Council member who himself was waiting for the kingdom of God, boldly went to Pilate to ask for the body of Jesus.43ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ τολμήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
44Pilate was surprised to hear that Jesus was already dead, so he summoned the centurion to ask if this was so.44Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν
45When Pilate had confirmed it with the centurion, he granted the body to Joseph.45καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ
46Joseph bought a linen cloth, took down the body of Jesus, wrapped it in the cloth, and laid it in a tomb that had been cut out of the rock. Then he rolled a stone against the entrance to the tomb.46Καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν* αὐτὸν ἐν μνημείῳ* ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου
47Mary Magdalene and Mary the mother of Joseph saw where His body was laid.47ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Mark 14
Top of Page
Top of Page