Luke 23
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1Then their whole assembly rose up and brought him before Pilate.1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον
2They began to accuse him, saying, "We found this man misleading our nation, opposing payment of taxes to Caesar, and saying that he himself is the Messiah, a king."2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι
3So Pilate asked him, "Are you the king of the Jews?" He answered him, "You say so."3 δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων Σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις
4Pilate then told the chief priests and the crowds, "I find no grounds for charging this man."4 δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
5But they kept insisting, "He stirs up the people, teaching throughout all Judea, from Galilee where he started even to here."5Οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
6When Pilate heard this, he asked if the man was a Galilean.6Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν
7Finding that he was under Herod's jurisdiction, he sent him to Herod, who was also in Jerusalem during those days.7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις
8Herod was very glad to see Jesus; for a long time he had wanted to see him because he had heard about him and was hoping to see some miracle performed by him.8 δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον
9So he kept asking him questions, but Jesus did not answer him.9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ
10The chief priests and the scribes stood by, vehemently accusing him.10Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ
11Then Herod, with his soldiers, treated him with contempt, mocked him, dressed him in bright clothing, and sent him back to Pilate.11ἐξουθενήσας δὲ αὐτὸν ‹καὶ› Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ
12That very day Herod and Pilate became friends. Previously, they had been enemies.12Ἐγένοντο δὲ φίλοι τε Ἡρῴδης καὶ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς
13Pilate called together the chief priests, the leaders, and the people,13Πιλᾶτος δὲ συνκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
14and said to them, "You have brought me this man as one who misleads the people. But in fact, after examining him in your presence, I have found no grounds to charge this man with those things you accuse him of.14εἶπεν πρὸς αὐτούς Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ
15Neither has Herod, because he sent him back to us. Clearly, he has done nothing to deserve death.15ἀλλ’ οὐδὲ Ἡρῴδης ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ
16Therefore, I will have him whipped and then release him."16παιδεύσας οὖν αὐτὸν ἀπολύσω
1717⧼Ἀνάγκην δὲ εἴχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα⧽
18Then they all cried out together, "Take this man away! Release Barabbas to us!"18Ἀνέκραγον δὲ παμπληθεὶ* λέγοντες Αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν
19(He had been thrown into prison for a rebellion that had taken place in the city, and for murder.)19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ
20Wanting to release Jesus, Pilate addressed them again,20Πάλιν δὲ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν
21but they kept shouting, "Crucify! Crucify him!"21οἱ δὲ ἐπεφώνουν λέγοντες Σταύρου σταύρου αὐτόν
22A third time he said to them, "Why? What has this man done wrong? I have found in him no grounds for the death penalty. Therefore, I will have him whipped and then release him."22 δὲ τρίτον εἶπεν πρὸς αὐτούς Τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ παιδεύσας οὖν αὐτὸν ἀπολύσω
23But they kept up the pressure, demanding with loud voices that he be crucified, and their voices won out.23Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν ⧼καὶ τῶν ἀρχιερέων⧽
24So Pilate decided to grant their demand24καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν
25and released the one they were asking for, who had been thrown into prison for rebellion and murder. But he handed Jesus over to their will.25ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
26As they led him away, they seized Simon, a Cyrenian, who was coming in from the country, and laid the cross on him to carry behind Jesus.26Καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ
27A large crowd of people followed him, including women who were mourning and lamenting him.27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
28But turning to them, Jesus said, "Daughters of Jerusalem, do not weep for me, but weep for yourselves and your children.28στραφεὶς δὲ πρὸς αὐτὰς ‹ὁ› Ἰησοῦς εἶπεν Θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ’ ἐμέ πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
29Look, the days are coming when they will say, 'Blessed are the women without children, the wombs that never bore, and the breasts that never nursed!'29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
30Then they will begin to say to the mountains, 'Fall on us!' and to the hills, 'Cover us!'30τότε Ἄρξονται λέγειν τοῖς ὄρεσιν Πέσετε* ἐφ’ ἡμᾶς Καὶ τοῖς βουνοῖς Καλύψατε ἡμᾶς
31For if they do these things when the wood is green, what will happen when it is dry?"31Ὅτι εἰ ἐν ‹τῷ› ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται
32Two others--criminals--were also led away to be executed with him.32Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι
33When they arrived at the place called The Skull, they crucified him there, along with the criminals, one on the right and one on the left.33Καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
34Then Jesus said, "Father, forgive them, because they do not know what they are doing." And they divided his clothes and cast lots.34 δὲ Ἰησοῦς ἔλεγεν Πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους
35The people stood watching, and even the leaders were scoffing: "He saved others; let him save himself if this is God's Messiah, the Chosen One!"35Καὶ εἱστήκει λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες Ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν Χριστὸς τοῦ Θεοῦ ἐκλεκτός
36The soldiers also mocked him. They came offering him sour wine36Ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ
37and said, "If you are the King of the Jews, save yourself!"37καὶ λέγοντες Εἰ σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν
38An inscription was above him: THIS IS THE KING OF THE JEWS.38Ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ Ο* ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΟΥΤΟΣ* {γράμμασιν Ἑλληνικοῖς καὶ Ρωμαϊκοῖς καὶ Ἑβραϊκοῖς}
39Then one of the criminals hanging there began to yell insults at him: "Aren't you the Messiah? Save yourself and us!"39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ‹λέγων› Οὐχὶ σὺ εἶ Χριστός σῶσον σεαυτὸν καὶ ἡμᾶς
40But the other answered, rebuking him: "Don't you even fear God, since you are undergoing the same punishment?40Ἀποκριθεὶς δὲ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη Οὐδὲ φοβῇ σὺ τὸν Θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
41We are punished justly, because we're getting back what we deserve for the things we did, but this man has done nothing wrong."41καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
42Then he said, "Jesus, remember me when you come into your kingdom."42καὶ ἔλεγεν Ἰησοῦ μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου
43And he said to him, "Truly I tell you, today you will be with me in paradise."43Καὶ εἶπεν αὐτῷ Ἀμήν σοι λέγω σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ
44It was now about noon, and darkness came over the whole land until three,44Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
45because the sun's light failed. The curtain of the sanctuary was split down the middle.45τοῦ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον
46And Jesus called out with a loud voice, "Father, into your hands I entrust my spirit." Saying this, he breathed his last.46Καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν Πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν
47When the centurion saw what happened, he began to glorify God, saying, "This man really was righteous!"47Ἰδὼν δὲ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν Θεὸν λέγων Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν
48All the crowds that had gathered for this spectacle, when they saw what had taken place, went home, striking their chests.48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον
49But all who knew him, including the women who had followed him from Galilee, stood at a distance, watching these things.49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα
50There was a good and righteous man named Joseph, a member of the Sanhedrin,50Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
51who had not agreed with their plan and action. He was from Arimathea, a Judean town, and was looking forward to the kingdom of God.51οὗτος οὐκ ἦν συνκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ Θεοῦ
52He approached Pilate and asked for Jesus's body.52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
53Taking it down, he wrapped it in fine linen and placed it in a tomb cut into the rock, where no one had ever been placed.53καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος
54It was the preparation day, and the Sabbath was about to begin.54καὶ ἡμέρα ἦν Παρασκευῆς καὶ σάββατον ἐπέφωσκεν
55The women who had come with him from Galilee followed along and observed the tomb and how his body was placed.55Κατακολουθήσασαι δὲ αἱ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
56Then they returned and prepared spices and perfumes. And they rested on the Sabbath according to the commandment.56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 22
Top of Page
Top of Page