Matthew 27
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1When daybreak came, all the chief priests and the elders of the people plotted against Jesus to put him to death.1Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν
2After tying him up, they led him away and handed him over to Pilate, the governor.2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι
3Then Judas, his betrayer, seeing that Jesus had been condemned, was full of remorse and returned the thirty pieces of silver to the chief priests and elders.3Τότε ἰδὼν Ἰούδας παραδιδοὺς* αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
4"I have sinned by betraying innocent blood," he said. "What's that to us?" they said. "See to it yourself!"4λέγων Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον Οἱ δὲ εἶπαν Τί πρὸς ἡμᾶς σὺ ὄψῃ
5So he threw the silver into the temple and departed. Then he went and hanged himself.5Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο
6The chief priests took the silver and said, "It's not permitted to put it into the temple treasury, since it is blood money."6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ἐπεὶ τιμὴ αἵματός ἐστιν
7They conferred together and bought the potter's field with it as a burial place for foreigners.7συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις
8Therefore that field has been called "Blood Field" to this day.8διὸ ἐκλήθη ἀγρὸς ἐκεῖνος Ἀγρὸς αἵματος ἕως τῆς σήμερον
9Then what was spoken through the prophet Jeremiah was fulfilled: They took the thirty pieces of silver, the price of him whose price was set by the Israelites,9τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ
10and they gave them for the potter's field, as the Lord directed me.10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέν μοι Κύριος
11Now Jesus stood before the governor. "Are you the King of the Jews?" the governor asked him. Jesus answered, "You say so."11 δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτὸν ἡγεμὼν λέγων Σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων δὲ Ἰησοῦς ἔφη Σὺ λέγεις
12While he was being accused by the chief priests and elders, he didn't answer.12Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο
13Then Pilate said to him, "Don't you hear how much they are testifying against you?"13Τότε λέγει αὐτῷ Πιλᾶτος Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν
14But he didn't answer him on even one charge, so that the governor was quite amazed.14Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν
15At the festival the governor's custom was to release to the crowd a prisoner they wanted.15Κατὰ δὲ ἑορτὴν εἰώθει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον
16At that time they had a notorious prisoner called Barabbas.16εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ‹Ἰησοῦν› Βαραββᾶν
17So when they had gathered together, Pilate said to them, "Who is it you want me to release for you--Barabbas, or Jesus who is called Christ?"17συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πιλᾶτος Τίνα θέλετε ἀπολύσω ὑμῖν ‹Ἰησοῦν τὸν› Βαραββᾶν Ἰησοῦν τὸν λεγόμενον Χριστόν
18For he knew it was because of envy that they had handed him over.18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν
19While he was sitting on the judge's bench, his wife sent word to him, "Have nothing to do with that righteous man, for today I've suffered terribly in a dream because of him."19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν
20The chief priests and the elders, however, persuaded the crowds to ask for Barabbas and to execute Jesus.20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν
21The governor asked them, "Which of the two do you want me to release for you?" "Barabbas!" they answered.21Ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν Οἱ δὲ εἶπαν Τὸν Βαραββᾶν
22Pilate asked them, "What should I do then with Jesus, who is called Christ?" They all answered, "Crucify him!"22Λέγει αὐτοῖς Πιλᾶτος Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν Λέγουσιν πάντες Σταυρωθήτω
23Then he said, "Why? What has he done wrong?" But they kept shouting all the more, "Crucify him!"23 δὲ ἔφη Τί γὰρ κακὸν ἐποίησεν Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω
24When Pilate saw that he was getting nowhere, but that a riot was starting instead, he took some water, washed his hands in front of the crowd, and said, "I am innocent of this man's blood. See to it yourselves!"24Ἰδὼν δὲ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι* τοῦ ὄχλου λέγων Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου ὑμεῖς ὄψεσθε
25All the people answered, "His blood be on us and on our children!"25Καὶ ἀποκριθεὶς πᾶς λαὸς εἶπεν Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
26Then he released Barabbas to them and, after having Jesus flogged, handed him over to be crucified.26Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ
27Then the governor's soldiers took Jesus into the governor's residence and gathered the whole company around him.27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν
28They stripped him and dressed him in a scarlet robe.28καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ
29They twisted together a crown of thorns, put it on his head, and placed a staff in his right hand. And they knelt down before him and mocked him: "Hail, King of the Jews!"29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες Χαῖρε Βασιλεῦ τῶν Ἰουδαίων
30Then they spat on him, took the staff, and kept hitting him on the head.30καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ
31After they had mocked him, they stripped him of the robe, put his own clothes on him, and led him away to crucify him.31Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι
32As they were going out, they found a Cyrenian man named Simon. They forced him to carry his cross.32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
33When they came to a place called Golgotha (which means Place of the Skull),33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ ἐστιν κρανίου τόπος λεγόμενος
34they gave him wine mixed with gall to drink. But when he tasted it, he refused to drink it.34ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν
35After crucifying him, they divided his clothes by casting lots.35Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον {ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον}
36Then they sat down and were guarding him there.36καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ
37Above his head they put up the charge against him in writing: THIS IS JESUS, THE KING OF THE JEWS.37καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ΟΥΤΟΣ* ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο* ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
38Then two criminals were crucified with him, one on the right and one on the left.38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων
39Those who passed by were yelling insults at him, shaking their heads39Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40and saying, "You who would destroy the temple and rebuild it in three days, save yourself! If you are the Son of God, come down from the cross!"40καὶ λέγοντες καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν εἰ Υἱὸς εἶ τοῦ Θεοῦ καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ
41In the same way the chief priests, with the scribes and elders, mocked him and said,41Ὁμοίως ‹καὶ› οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον
42"He saved others, but he cannot save himself! He is the King of Israel! Let him come down now from the cross, and we will believe in him.42Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι Βασιλεὺς Ἰσραήλ ἐστιν καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτόν
43He trusts in God; let God rescue him now--if he takes pleasure in him! For he said, 'I am the Son of God.'"43πέποιθεν ἐπὶ τὸν Θεόν ῥυσάσθω νῦν εἰ θέλει αὐτόν εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι Υἱός
44In the same way even the criminals who were crucified with him taunted him.44Τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν
45From noon until three in the afternoon darkness came over the whole land.45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης
46About three in the afternoon Jesus cried out with a loud voice, "Eli, Eli, lema sabachthani ? " that is, "My God, my God, why have you abandoned me?"46περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων Ἠλὶ* ἠλὶ* λεμὰ σαβαχθάνι* τοῦτ’ ἔστιν Θεέ μου θεέ μου ἵνα‿ τί με ἐγκατέλιπες
47When some of those standing there heard this, they said, "He's calling for Elijah."47Τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος
48Immediately one of them ran and got a sponge, filled it with sour wine, put it on a stick, and offered him a drink.48καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν
49But the rest said, "Let's see if Elijah comes to save him."49Οἱ δὲ λοιποὶ ἔλεγον* Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν (ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα)
50But Jesus cried out again with a loud voice and gave up his spirit.50 δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα
51Suddenly, the curtain of the sanctuary was torn in two from top to bottom, the earth quaked, and the rocks were split.51Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο καὶ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν
52The tombs were also opened and many bodies of the saints who had fallen asleep were raised.52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν
53And they came out of the tombs after his resurrection, entered the holy city, and appeared to many.53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς
54When the centurion and those with him, who were keeping watch over Jesus, saw the earthquake and the things that had happened, they were terrified and said, "Truly this man was the Son of God!"54 δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα* ἐφοβήθησαν σφόδρα λέγοντες Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος
55Many women who had followed Jesus from Galilee and looked after him were there, watching from a distance.55Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ
56Among them were Mary Magdalene, Mary the mother of James and Joseph, and the mother of Zebedee's sons.56ἐν αἷς ἦν Μαρία Μαγδαληνή καὶ Μαρία τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ μήτηρ τῶν υἱῶν Ζεβεδαίου
57When it was evening, a rich man from Arimathea named Joseph came, who himself had also become a disciple of Jesus.57Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας τοὔνομα Ἰωσήφ ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ
58He approached Pilate and asked for Jesus's body. Then Pilate ordered that it be released.58οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ τότε Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι
59So Joseph took the body, wrapped it in clean, fine linen,59καὶ λαβὼν τὸ σῶμα Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ
60and placed it in his new tomb, which he had cut into the rock. He left after rolling a great stone against the entrance of the tomb.60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν
61Mary Magdalene and the other Mary were seated there, facing the tomb.61Ἦν δὲ ἐκεῖ Μαριὰμ Μαγδαληνὴ καὶ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου
62The next day, which followed the preparation day, the chief priests and the Pharisees gathered before Pilate62Τῇ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν Παρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
63and said, "Sir, we remember that while this deceiver was still alive he said, 'After three days I will rise again.'63λέγοντες Κύριε ἐμνήσθημεν ὅτι ἐκεῖνος πλάνος εἶπεν ἔτι ζῶν Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι
64So give orders that the tomb be made secure until the third day. Otherwise, his disciples may come, steal him, and tell the people, 'He has been raised from the dead,' and the last deception will be worse than the first."64κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μή‿ ποτε ἐλθόντες οἱ μαθηταὶ ‹αὐτοῦ› κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ Ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἔσται ἐσχάτη πλάνη χείρων τῆς πρώτης
65"You have a guard of soldiers," Pilate told them. "Go and make it as secure as you know how."65Ἔφη αὐτοῖς Πιλᾶτος Ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
66They went and secured the tomb by setting a seal on the stone and placing the guard.66οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 26
Top of Page
Top of Page